Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.36 Joseph. AJ 15.42 (English) >>Joseph. AJ 15.48

15.40ἔνθεν ἦν Ἀνάνηλος ἀρχιερατικοῦ γένους καὶ πάλαι κατὰ συνήθειαν Ἡρώδῃ σπουδαζόμενος. τοῦτον αὐτὸς μὲν ἐτίμησεν, ὅτε τὴν βασιλείαν παρέλαβεν, αὐτὸς δὲ κατέλυσεν ἐπὶ τῷ παῦσαι τὰς οἰκείας ταραχὰς παράνομα ποιῶν· οὐ γὰρ ἄλλος γέ τις ἀφῃρέθη τὴν τιμὴν ἅπαξ παραλαβών. 15.41ἀλλὰ πρῶτος μὲν Ἀντίοχος Ἐπιφανὴς ἔλυσε τὸν νόμον ἀφελόμενος μὲν Ἰησοῦν, καταστήσας δὲ τὸν ἀδελφὸν Ὀνίαν, δεύτερος δὲ Ἀριστόβουλος Ὑρκανὸν ἀφείλετο τὸν ἀδελφόν, Ἡρώδης δὲ τρίτος ἀντιπαρέδωκεν τὴν ἀρχὴν Ἀριστοβούλῳ τῷ παιδί. 15.42

Καὶ τότε μὲν ἐδόκει τεθεραπευκέναι τὰ περὶ τὴν οἰκίαν. οὐ μὴν ὅπερ εἰκὸς ἦν ἐν διαλλαγαῖς ἀνυπόπτως διετέλει, τὴν Ἀλεξάνδραν ἐπί τε τοῖς ἐγχειρηθεῖσιν ἤδη καὶ καιρὸν εἰ λάβοιτο νεωτέρων πραγμάτων ἠξιωκὼς δεδοικέναι. 15.43προσέταττεν οὖν ἔν τε τοῖς βασιλείοις διατρίβειν καὶ μηδὲν ἀπʼ ἐξουσίας δρᾶν, ἐπιμελεῖς τε ἦσαν φυλακαί, λανθάνοντος οὐδʼ εἴ τι πρὸς τὴν καθʼ ἡμέραν δίαιταν ἐπιτηδεύοιτο. 15.44ταῦτα πάντα κατὰ μικρὸν ἐξηγρίου αὐτὴν καὶ μῖσος ἐπεφύετο· φρονήματος γὰρ ἔμπλεως οὖσα γυναικείου τὰς ἐκ τῆς ὑποψίας ἐπιμελείας ἀνηξιοπάθει, παντὸς οὑτινοσοῦν ἀξιοῦσα μᾶλλον τῆς παρρησίας στερομένη τιμῆς εὐπρεπείᾳ μετὰ δουλείας καὶ φόβων καταζῆν. 15.45ἔπεμπεν οὖν παρὰ τὴν Κλεοπάτραν ἐν οἷς εἴη συνεχὲς ὀδυρομένη καὶ παρακαλοῦσα προσβοηθεῖν αὐτῇ κατὰ δύναμιν. δὲ λαθοῦσαν ἐκέλευσεν ἐπʼ Αἰγύπτου σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀποδιδράσκειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.36 Joseph. AJ 15.42 (English) >>Joseph. AJ 15.48

Powered by PhiloLogic